Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.327 Joseph. AJ 15.331 (English) >>Joseph. AJ 15.336

15.330Ἰουδαίοις μὲν ἀπολογούμενος μὴ καθʼ αὑτὸν, ἀλλʼ ἐξ ἐντολῆς καὶ προσταγμάτων αὐτὰ ποιεῖν, Καίσαρι δὲ καὶ Ῥωμαίοις τὸ μηδὲ τῶν οἰκείων ἐθῶν ὅσον τῆς ἐκείνων τιμῆς ἐστοχάσθαι χαριζόμενος, αὐτὸς μέντοι τὸ σύμπαν αὐτοῦ στοχαζόμενος καὶ φιλοτιμούμενος μείζω τὰ μνημεῖα τῆς ἀρχῆς τοῖς αὖθις ὑπολιπέσθαι. ὅθεν καὶ περὶ τὰς ἐπισκευὰς τῶν πόλεων ἐκεκίνητο καὶ πλείστας εἰς τοῦτο τὰς δαπάνας ἐποιεῖτο. 15.331

Κατιδὼν δὲ καὶ πρὸς τῇ θαλάττῃ χωρίον ἐπιτηδειότατον δέξασθαι πόλιν, πάλαι Στράτωνος ἐκαλεῖτο πύργος, τῇ τε διαγραφῇ μεγαλοπρεπῶς ἐπεβάλλετο καὶ τοῖς οἰκοδομήμασιν ἀνιστὰς ἅπασαν οὐ παρέργως, ἀλλʼ ἐκ λευκῆς πέτρας, καὶ διακοσμῶν καὶ βασιλείοις πολυτελεστάτοις καὶ διαίταις πολιτικαῖς, 15.332τὸ δὲ μέγιστον καὶ πλείστην ἐργασίαν παρασχόν, ἀκλύστῳ λιμένι, μέγεθος μὲν κατὰ τὸν Πειραιᾶ, καταγωγὰς δʼ ἔνδον ἔχοντι καὶ δευτέρους ὑφόρμους, τῇ δὲ δομήσει περίβλεπτον, ὅτι μηδʼ ἐκ τοῦ τόπου τὴν ἐπιτηδειότητα τῆς μεγαλουργίας εἶχεν, ἀλλʼ ἐπεισάκτοις καὶ πολλαῖς ἐξετελειώθη ταῖς δαπάναις. 15.333κεῖται μὲν γὰρ πόλις ἐν τῇ Φοινίκῃ κατὰ τὸν εἰς Αἴγυπτον παράπλουν Ἰόππης μεταξὺ καὶ Δώρων, πολισμάτια ταῦτʼ ἐστὶν παράλια δύσορμα διὰ τὰς κατὰ λίβα προσβολάς, αἳ ἀεὶ τὰς ἐκ τοῦ πόντου θῖνας ἐπὶ τὴν ᾐόνα σύρουσαι καταγωγὴν οὐ διδόασιν, ἀλλʼ ἔστιν ἀναγκαῖον ἀποσαλεύειν τὰ πολλὰ τοὺς ἐμπόρους ἐπʼ ἀγκύρας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.327 Joseph. AJ 15.331 (English) >>Joseph. AJ 15.336

Powered by PhiloLogic